Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.97 Dem. 23.101 (English) >>Dem. 23.104

23.99ἔτι τοίνυν ἔμοιγε δοκεῖ καὶ σφόδρʼ ἀναιδὴς τοιοῦτος εἶναι λόγος, ὡς γέγονεν καὶ πρότερόν τισιν ἄλλοις τοιαῦτα ψηφίσματα. οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτʼ ἐμιμήσω, διὰ τοῦτʼ ἀποφεύγειν σοι προσήκει, ἀλλὰ τοὐναντίον πολὺ μᾶλλον ἁλίσκεσθαι διὰ ταῦτα. ὥσπερ γάρ, εἴ τις ἐκείνων ἑάλω, σὺ τάδʼ οὐκ ἂν ἔγραψας, οὕτως, ἐὰν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει.

23.100ὡς μὲν τοίνυν οὐ παρὰ πάντας τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμʼ Ἀριστοκράτης, οὐκ οἶμαι λέγειν αὐτὸν ἕξειν· ἤδη δέ τινʼ εἶδον, ἄνδρες Ἀθηναῖοι, γραφὴν ἀγωνιζόμενον παρανόμων τοῖς νόμοις μὲν ἁλισκόμενον, ὡς δὲ συμφέρονθʼ ὑμῖν γέγραφεν λέγειν ἐπιχειροῦντα καὶ ταύτῃ βιαζόμενον, εὐήθη μέν, οἶμαι, μᾶλλον δʼ ἀναιδῆ λόγον. 23.101εἰ γὰρ καὶ κατὰ τἄλλα πάντα συμφέρει τὰ εἰρημένα, γʼ ὀμωμοκότας κατὰ τοὺς νόμους δικάσειν ὑμᾶς ἀξιοῖ κυροῦν μηδʼ αὐτὸς ἔχει δικαίως δεῖξαι γεγραμμένα, ἀσύμφορʼ ἂν εἴη, εἴπερ τὸ εὐορκεῖν περὶ πλείστου πᾶσίν ἐστι ποιητέον· οὐ μὴν ἀλλʼ ἔχει τινʼ ὅμως ἀναίδειʼ αὕτη λόγον. τούτῳ τοίνυν οὐδʼ οὗτος ἐνέσται πρὸς ὑμᾶς λόγος· οὕτω γὰρ σφόδρʼ ἐναντίον ὂν τοῖς νόμοις τὸ ψήφισμα μᾶλλον ἀσύμφορόν ἐστιν παράνομον. 23.102βούλομαι δʼ ἤδη καὶ τοῦθʼ ὑμῖν ἐπιδεικνύναι. ἵνα δʼ ὡς διὰ βραχυτάτου λόγου δῆλον βούλομαι ποιήσω, παράδειγμά τι γνώριμον πᾶσιν ὑμῖν ἐρῶ. ἴσθʼ ὅτι συμφέρει τῇ πόλει μήτε Θηβαίους μήτε Λακεδαιμονίους ἰσχύειν, ἀλλὰ τοῖς μὲν Φωκέας ἀντιπάλους, τοῖς δʼ ἄλλους τινὰς εἶναι· ἐκ γὰρ τοῦ ταῦθʼ οὕτως ἔχειν ἡμῖν ὑπάρχει μεγίστοις οὖσιν ἀσφαλῶς οἰκεῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.97 Dem. 23.101 (English) >>Dem. 23.104

Powered by PhiloLogic